[ ]
Phokis — Delphi — 172 BC
1 | ἄρχοντος Αἰακίδα μηνὸς Ἰλαίου, ἐπὶ [το]ῖσδε ἀπέδοτο Κλέων Ξενοφίλου Δελφὸς τῶι Ἀπόλ- |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φαινίκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ | |
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς 〚․․․․9․․․․〛 ἐπίστευσε Φαινίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα | |
5 | θέληι. βεβ[α]ιωτὴρ {ες} κατὰ τὸν νόμον· Κ#⁷ vacat 16 Μνάσων Ξένωνος Δελφός. εἰ δέ τίς κα ἅπτη- |
{․․․}ται {²⁶ἅπτηται}²⁶ Φαινίκας, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Κλέων καὶ ὁ βεβαιωτὴρ | |
〚․․․․10․․․․〛 Μνάσων. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ | |
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
[π]άσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ἰδιῶται Δαμοσθένης Ἀρ- | |
10 | χελάου, Καλλίερος, Χαιρεφάνης, Ἄθαμβος Ἁβρομάχου, Εὐκλείδας Καλλείδα. |