[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ξενέα μηνὸς Βου[κα]τίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Μελισσὶς Δαμοφίλο[υ Δε]λφὶς τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σώματα δύο γυνα[ικε]ῖα [α]ἷς ὀνό- | |
| ματα Ἀφροδισία, Μνασώ, τιμᾶς ἀργυρίο[υ] μνᾶν | |
| 5 | ἑπτά, καθὼς ἐπίστευσαν Ἀφροδισία καὶ Μνασὼ τῶ[ι] |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφα- | |
| πτοι ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ κατὰ | |
| τὸν νόμον· Ἀριστοκράτης Λυκίσκου Δελφός. παρα- | |
| μεινάντων δὲ Ἀφροδισία καὶ Μνασὼ παρὰ Μελισσίδα | |
| 10 | ἄχρι κα ζώη Μελισσίς, ἔνδω μένουσα[ι], ποιέουσαι τὸ |
| ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ | |
| τί κα μὴ ποιήσωντι τῶν ποτιτασσομένων ὑπὸ Μελισ- | |
| σίδος, καθὼς γέγραπται, δυναταὶ ἐοῦσαι, ἐξέστω | |
| Μελισσίδι κολάζειν καθώς κα αὐτὰ θέλη καὶ ἄλ- | |
| 15 | λωι ὑπὲρ Μελισσίδα ὅν κα Μ[ε]λισσὶς κελεύση ἀζαμί- |
| οις ὄντοις καὶ ἀνυποδ[ί]κοις πάσας δίκας καὶ ζαμίας. | |
| εἰ δέ τί κα πάθηι Μελισσίς, ἐλεύθεραι ἔστων Ἀφροδισί- | |
| α καὶ Μνασὼ κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέου- | |
| σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέ[λ]ωντι, | |
| 20 | καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς |
| κα ἅπτηται ἐπὶ καταδουλισμῶι Ἀφροδισί[ας] | |
| ἢ Μνασοῦς τε[λ]ευτασάσας Μελισσίδος, βέ- | |
| βαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰ[ν] ὠν[ὰν] | |
| κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχ[ά]νον- | |
| 25 | τες κύριο[ι ἐ]όντω[ν σ]υλέοντες ὡς ἐλευθέρας |
| οὔσας ἀζ[ά]μιοι ἐόντες [κ]αὶ ἀν[υπ]όδικοι πάσας | |
| δίκας καὶ ζαμίας. μάρτυ[ρ]ες· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες | |
| Ἀρχίας, Ἀριστοκράτης, Δαμοφ[άν]ης, ἰδιῶται Ἀλέξων, | |
| 30 | Ἀρχέλαος Πυθοφάνεος, Ξένων, Εὐκλείδας. |