[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Βου[κα]τίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Μελισσὶς Δαμοφίλο[υ Δε]λφὶς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σώματα δύο γυνα[ικε]ῖα [α]ἷς ὀνό-
ματα Ἀφροδισία, Μνασώ, τιμᾶς ἀργυρίο[υ] μνᾶν
5 ἑπτά, καθὼς ἐπίστευσαν Ἀφροδισία καὶ Μνασὼ τῶ[ι]
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφα-
πτοι ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Ἀριστοκράτης Λυκίσκου Δελφός. παρα-
μεινάντων δὲ Ἀφροδισία καὶ Μνασὼ παρὰ Μελισσίδα
10 ἄχρι κα ζώη Μελισσίς, ἔνδω μένουσα[ι], ποιέουσαι τὸ
ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ
τί κα μὴ ποιήσωντι τῶν ποτιτασσομένων ὑπὸ Μελισ-
σίδος, καθὼς γέγραπται, δυναταὶ ἐοῦσαι, ἐξέστω
Μελισσίδι κολάζειν καθώς κα αὐτὰ θέλη καὶ ἄλ-
15 λωι ὑπὲρ Μελισσίδα ὅν κα Μ[ε]λισσὶς κελεύση ἀζαμί-
οις ὄντοις καὶ ἀνυποδ[ί]κοις πάσας δίκας καὶ ζαμίας.
εἰ δέ τί κα πάθηι Μελισσίς, ἐλεύθεραι ἔστων Ἀφροδισί-
α καὶ Μνασὼ κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέου-
σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέ[λ]ωντι,
20 καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς
κα ἅπτηται ἐπὶ καταδουλισμῶι Ἀφροδισί[ας]
ἢ Μνασοῦς τε[λ]ευτασάσας Μελισσίδος, βέ-
βαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰ[ν] ὠν[ὰν]
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχ[ά]νον-
25 τες κύριο[ι ἐ]όντω[ν σ]υλέοντες ὡς ἐλευθέρας
οὔσας ἀζ[ά]μιοι ἐόντες [κ]αὶ ἀν[υπ]όδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυ[ρ]ες· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες
Ἀρχίας, Ἀριστοκράτης, Δαμοφ[άν]ης, ἰδιῶται Ἀλέξων,
30 Ἀρχέλαος Πυθοφάνεος, Ξένων, Εὐκλείδας.
Search Help