[ ]
Phokis — Delphi — 173 BC
1 | ἄρχοντος Σωσινίκου μηνὸς Θεοξενίου, ἐπὶ το<ῖ>σδε ἀπέ- |
δοτο Κλεόδικος Δωροθέου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
μα ἀνδρεῖον ὧι ὄνομα Ἀλέξανδρος, τιμᾶς ἀργυρίου | |
μνᾶν τριῶν στατήρων δέκα, καθὼς ἐπίστευσε Ἀλέ- | |
5 | ξανδρος τῶ[ι θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶ- |
ναι καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποι- | |
οῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οὗ ἂν θέλη. βεβαιω- | |
τὴρ κατὰ τὸν νόμον· Εὐκράτης Καλλίκωνος Δελφός. | |
εἰ δέ τις καταδουλίζοιτο Ἀλέξανδρον, βέβαιον πα- | |
10 | ρεχέτω ὅ τε ἀποδόμενος Κλεόδικος καὶ ὁ βεβαιωτὴρ |
Εὐκράτης. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω | |
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον | |
ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί- | |
15 | κας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλω- |
νος Ἄθανβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀλκεῖνος, | |
Δρομοκλείδας, Ἀνδρομένης, ἰδιῶται Εὔαρ- | |
χος, Νίκων, Κριτόλαος, Ἀπολλόδωρος, Μενεκράτης. |