[ ]
Phokis — Delphi — 171 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Κλεοφάνεος μηνὸς Ἐνδυσποιτροπίου, |
ἐπὶ τοῖσδε ἀπέδοντο Ὀλυνπογένης Ἀριστομάχου καὶ Ἀριστό- | |
μαχος Ὀλυνπογένεος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
ναικεῖον ἇι ὄνομα Εὐπορία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευ- | |
5 | σε Εὐπορία τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν |
καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ τίς κα ἐφά- | |
πτηται Εὐπορίας, κύριοι ἐόντω οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ περιτυγ- | |
χάνοντες συλέοντες. ἐπεὶ δέ κα τελευτάση Εὐπορία, τὰ κατα- | |
λειφθέντα ὑπάρχοντα τὰ Εὐπορίας πάντα Ὀλυνπογένεος καὶ Ἀ- | |
10 | ριστομάχου ἐόντω· εἰ δέ τινι ζώουσα δόσιν ποέοιτο τῶν ἰδίων |
Εὐπορία, ἀτελὴς ἁ ὠνὰ ἔστω. βεβαιωτήρ· Σωτύλος Σωστράτου. | |
μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας | |
καὶ οἱ ἄρχοντες Μελισσίων Εὐανγέλου, Αἰακίδας Φιλαιτώλου, | |
Λαιάδας — — Βαβύλου, ἰδιῶται Ἄνδρων Ζηνέα, Ξένων | |
15 | Βούλωνος, Ἧρυς Πλείστωνος. |