[ ]
Phokis — Delphi — 172 BC
1 | ἄρχοντος Αἰακίδα τοῦ Φιλαιτώλου μηνὸς Θεοξε- |
νίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκράτης Καλλίκωνος | |
τῶι Ἀπόλλωνι σῶμα ἀνδρέον ὧι ὄνομα Ἀρτεμί- | |
δωρος, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν | |
5 | ἔχει, καθὼς διεπίστευσεν Ἀρτεμίδωρος τῶι θεῶι |
τὰν ὠνάν, ὥστε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον | |
ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ | |
ἀποτρέχων οὗ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱερεῖς | |
10 | τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀθανβος καὶ οἱ ἄρχον- |
τες Ξενέας, Εὐκράτης, Δαμοκράτης, ἰδιῶται | |
Ἀνδρόνικος, Κριτόλαος, Ἀλέξων, Χαρίξενος, Βού- | |
λων, Καλλίερος, Ἀπολλόδωρος, Ταραντῖνος, Μνα- | |
σίθεος, Ἀστόξενος, Δείνων, Βάχχιος. |