[ ]
Phokis — Delphi — 172 BC
| 1 | ἄρχοντος Αἰακίδα τοῦ Φιλαιτώλου μηνὸς Θεοξε- |
| νίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκράτης Καλλίκωνος | |
| τῶι Ἀπόλλωνι σῶμα ἀνδρέον ὧι ὄνομα Ἀρτεμί- | |
| δωρος, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν | |
| 5 | ἔχει, καθὼς διεπίστευσεν Ἀρτεμίδωρος τῶι θεῶι |
| τὰν ὠνάν, ὥστε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον | |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ | |
| ἀποτρέχων οὗ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
| τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱερεῖς | |
| 10 | τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀθανβος καὶ οἱ ἄρχον- |
| τες Ξενέας, Εὐκράτης, Δαμοκράτης, ἰδιῶται | |
| Ἀνδρόνικος, Κριτόλαος, Ἀλέξων, Χαρίξενος, Βού- | |
| λων, Καλλίερος, Ἀπολλόδωρος, Ταραντῖνος, Μνα- | |
| σίθεος, Ἀστόξενος, Δείνων, Βάχχιος. |