[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος ἐν Ἀνφίσσαι Θεαγένεος τοῦ Μ[ε]νάνδρου μηνὸς Ἀγρεστύωνος, ἐν Δελ- |
φοῖς δὲ ἄρχοντος Πύῤῥου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ[δ]οτο Νικοβούλα | |
Δαμοξένου Ἀμφισ<σί>ς, συνεπαινέοντος τοῦ ἀνδρὸς αὐτᾶς Καλλίππου, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
5 | Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, κα[θ]ὼς ἐπι[στευ]σε Σωσίχα τῶι θεῶι τὰν |
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀ[πὸ πάν]των τὸμ πάντα βίον. βεβαιωτῆρες· | |
Ξενοκράτης Χαιρ[ε]δάμου, Ἀγήσανδρος Πύθω[νος Ἀμ]φισσεῖς. [παρ]αμεινάτω δὲ Σωσίχα παρὰ Νικοβούλαν | |
καὶ Κάλλιππον ἄχρι κα ζώωντι, ποιέουσα τὸ [ποτι]τασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιῆ τῶν ποτι- | |
τασσομένων ὑπὸ Νικοβούλας καὶ Καλ[λ]ίππου κα[θὼς] γέγραπται δυνατὰ ἐοῦσα, ἐξέστω δέ Νικοβούλα | |
10 | καὶ Καλλίππω κολάζειν καθώς κα <— — —> αὐτοὶ θέλωντι καὶ ἄλλω ὑπὲρ Νικοβούλαν καὶ Κάλλιππον |
ὅν κα κελεύσωντι ἀζαμίοις ὄντοις <— —> πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί {ς} κα πάθων<τ>ι Νικοβούλα | |
ἢ Κάλλιππος, ἐλευθέρα ἔστω Σωσίχα κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς | |
ἐπίστευσε Σωσίχα τῶι θεῶι ταν ὠνάν. εἰ δέ τίς κα ἅπτητα<ι> ἐπὶ καταδουλισμῶι Σωσίχας τελευτα- | |
σάντων Νικοβούλας καὶ Καλλίππου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν | |
15 | κα[τ]ὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν |
οὖσαν ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας {δι} δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἀμύντας· | |
Εὔδωρος, Τελέσαρχος, Μνασίθεος, Ἀριστίων, Τίμων Δελφοί, Ἀσίδαμος, Εὐκλείδας, Καλλικράτης Ἀμφισσεῖς. |