[ ]
Phokis — Delphi — 172 BC
1 | Στραταγέοντος τῶν Φωκέων Ἀντιόχου μηνὸς ἑνδεκάτου, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Κλεοφάνεος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Καλλὶς καὶ Πολύτας Λιλαι- | |
εῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο οἷς ὀνόματα Βερενίκα καὶ Αἰ- | |
ολίς, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βερενίκα καὶ Αἰολὶς τῶι θε- | |
5 | ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάν[τ]ων τὸμ πάντα βίον. |
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, Κλεομήδης Κλεολάου | |
Τειθρώνιος. παραμεινάντων δέ Βερενίκα καὶ Αἰολὶς παρὰ Καλλὶν ἄχρι κα ζώη Καλλὶς ποι- | |
έουσαι τὸ ποτιτασσόμενον πᾶν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσωντι Βερενίκα καὶ Αἰολὶς τῶν | |
ποτιτασσομένων ὑπὸ [Κ]αλλίδος καθὼς γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Καλλίδι κολάζειν, | |
10 | καθώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ Καλλὶν ὅν κα Καλλὶς κελεύση ἀζαμίοις ὄντοις καὶ ἀ- |
νυποδίκοις πάσας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθηι Καλλίς, ἐλεύθεραι ἔστων Βερε- | |
[νί]κα καὶ Αἰολὶς κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέουσ[α]ι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι | |
οἷς κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι | |
Βερενίκας ἢ Αἰολίδος τελευτασάσας Καλλίδος, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν | |
15 | κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
ὡς ἐλευθέρας οὔσας ἀ[ζά]μιοι ἐόντες καὶ ἀνυπόδικοι πᾶσας δίκας καὶ ζαμ[ία]ς. μάρ- | |
τυρες· τοὶ ἄρχοντες τᾶς [πό]λεος τῶν Δελφῶν Ἀλκῖνος Ἀρχιάδα, Ἀρχέλας Δαμοσθένεος, | |
ἰδιῶται Καλλείδας Εὐκλείδ[α], Ἀντιφάνης Ἡρωΐδ[α] Δελφοί, Ξενοφῶν Ξένωνο[ς], Νίκαρχος Καλ- | |
λιτέλεος, Ἄρχων Καλλιμένεος, Νικόλαος Κλεοτέλεος, Ἀρίστων Ἀριστάρχου, Ἡρακλείδας Λι- | |
20 | λαιεῖς. |