[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Ποιτροπίου, ἐ[π]ὶ τοῖσδε ἀπέ- |
δοτο Καλλικλῆς Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τὸ γένος Βαστάρναν, ἀργυρίου | |
μνᾶν τριῶν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Τ[ί]μων Καλλι- | |
5 | κλέος κατενεγκάτω δὲ Ἀριστὼ ἢ Πλειστὸς [ὑπ]ὲρ Ἀριστὼ |
ἐν τὸν ἔρανον τὸν Βακχίου ἐπὶ τὸ Καλλικλέος ὄνομα ἀρ- | |
γυρίου τρία ἡμιμναῖα ἐν ἐτέοις τρίοις· ἄρχει ἁ καταβολ[ὰ] | |
ἐν τῶι Ἡρακλείωι μηνὶ τῶι ἐπὶ Ἀνδρονίκου. [π]αραμεινάτω | |
δὲ Ἀ[ρ]ιστὼ [π]αρὰ Καλλικλῆ ἀνεγκλ[ή]τως ποιοῦσα | |
10 | τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν, ἄχρι [κα] κατενέγ- |
κη τὰ τρία ἡμιμναῖα· ἐπεὶ δέ κα κατενέγκη, ἐλευθέρα | |
ἔστω και ἀνέφαπτος. μάρτυροι· οἱ ἱερεῖς Ἀμύντας, | |
Ταραντῖνος, ἰδιῶται Κ[α]λλίμαχος Βαβύλου, Ἀστό- | |
ξενος, Εὔδοκος, | |
15 | Ξεν[ο]κράτης. |