[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Ποιτροπίου, ἐ[π]ὶ τοῖσδε ἀπέ- |
| δοτο Καλλικλῆς Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τὸ γένος Βαστάρναν, ἀργυρίου | |
| μνᾶν τριῶν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Τ[ί]μων Καλλι- | |
| 5 | κλέος κατενεγκάτω δὲ Ἀριστὼ ἢ Πλειστὸς [ὑπ]ὲρ Ἀριστὼ |
| ἐν τὸν ἔρανον τὸν Βακχίου ἐπὶ τὸ Καλλικλέος ὄνομα ἀρ- | |
| γυρίου τρία ἡμιμναῖα ἐν ἐτέοις τρίοις· ἄρχει ἁ καταβολ[ὰ] | |
| ἐν τῶι Ἡρακλείωι μηνὶ τῶι ἐπὶ Ἀνδρονίκου. [π]αραμεινάτω | |
| δὲ Ἀ[ρ]ιστὼ [π]αρὰ Καλλικλῆ ἀνεγκλ[ή]τως ποιοῦσα | |
| 10 | τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν, ἄχρι [κα] κατενέγ- |
| κη τὰ τρία ἡμιμναῖα· ἐπεὶ δέ κα κατενέγκη, ἐλευθέρα | |
| ἔστω και ἀνέφαπτος. μάρτυροι· οἱ ἱερεῖς Ἀμύντας, | |
| Ταραντῖνος, ἰδιῶται Κ[α]λλίμαχος Βαβύλου, Ἀστό- | |
| ξενος, Εὔδοκος, | |
| 15 | Ξεν[ο]κράτης. |