[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστιον Ἀρχεδάμου Δελφ<ί>ς, συνεπαινέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Ξένωνος, τῶι Ἀπόλλω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθί-
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐρώπα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Εὐρώπα τῶ[ι] θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξένων Βούλωνος, Ἄσανδρος Διονυσίου. παραμεινάτω δὲ Εὐρώπα
παρὰ Ἀρίστιον ἄχρι κα ζώη Ἀρίστιον, ἐνδὸς [μ]ένουσα, ποέ[ου]σα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήση Εὐρώπα
5 τῶν ποτιτασσομένων ὑπὸ Ἀριστίου, καθὼς γέγραπτα[ι], δυνατὰ ἐοῦσα, ἐξέστω δὲ Ἀριστίωι κολάζειν, καθώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ
Ἀρίστιον ὅν κα Ἀρίστιον κε[λ]εύση ἀζαμίοις ἐόντοις καὶ ἀνυποδίκοις π[ά]σας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Ἀρίστιον, ἐλευθέρα ἔστω Εὐρώπα
κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, κ[α]θὼ[ς] ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα-
δουλισμῶι Εὐρώπας τελευτασσάσας Ἀριστίου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν ο[ὖ]σαν ἀζάμιοι ἐόντες καὶ ἀ[νυ]πό[δικοι] πά[σ]ας δίκας καὶ ζαμίας.
10 μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶτα[ι Κ]αλλίερος, Εὔδωρος, Ἐπ[ίν]ικος.
Search Help
Contact Us