[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀρχέλαος |
Θηβαγόρα Δελφὸς σῶμα ἀνδρεῖον ὧι ὄνομα Κύπριος τὸ γένος Κύπριον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν. | |
βεβαιωτήρ· Δεξικράτης Μνασιθέου. παραμεινάτω δὲ Κύπριος παρὰ Ἀρχέλαον τὸν πωλήσαντ’ αὐτὸν μέχρι κα Ἀρχέλαος ζώ{ι}η {²⁶ζώη}²⁶· | |
εἰ δέ τί κα πάθηι Ἀρχέλαος, ἐλεύθερος ἔστω Κύπριος καὶ ἀποτρεχέτω οἷς κα θέληι, ὥς κα τὸ πάθος γένηται περὶ Ἀρχέλαον. | |
5 | ποταποτεισά[τ]ω δὲ τὸ ἐπίλοιπον τᾶς τιμᾶς ἀργυρίου τρία ἡμιμναῖα, Θηβαγόρα ἡμιμναῖον, Δωροθέωι ἡμιμναῖον, Ἀρχίαι ἡμιμναῖον. |
ἀποτεισάτω δὲ τοῦτο τὸ ἀργύριον ἐν ἐνιαυτῶι, ἀφ’ οὗ κα τὸ πάθος γέν[η]ται περὶ Ἀρχέλαον. ἁ δὲ ὠνὰ ἔστω τοῦ θεοῦ. παρεχέτω δὲ Ἀρχέλαος | |
καὶ ὁ βεβαιωτὴρ Δεξ[ι]κράτης βέβαιον τὰν ὠνὰν τῶι θεῶι· εἰ δέ τις ἐφάπτοιτο Κυπρίου, κύριος ἔστω συλέων καὶ αὐτοσαυτὸν καὶ ὁ παρατυγχά- | |
νων ὡς ἐλεύθερον ἐόντα. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος Ἄρχωνος, Ἀμύντας Εὐδώρου καὶ τῶν ἀρχόντων Ἧρυς Πλείστωνος, | |
ἰδιῶτα[ι] Ἐκέφυλος, Κλέανδρος, Ἀλκέτας, Λύκος, Καλλίερος, Μνασίθεος, Ξενόκριτος. τὸ ὁμόλογον παρὰ Καλλίερον. |