[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Θευξένου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστ[ο]κράτεια Ὀνασίμου, συνεπαινέ- |
| οντος καὶ Σωστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαματρία, τιμᾶς | |
| ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὸν νόμον· Ἀριστόμαχος Ὀλυμπογένεος. παραμεινάτω | |
| δὲ παρὰ Ἀριστοκράτειαν ἄχρι οὗ κα ζῆ Ἀριστοκράτεια ἀνενκλήτως, ποιέουσα πᾶν τὸ ποτι- | |
| 5 | τασσόμενον τὸ δυνατόν· εἰ δέ κα μὴ ποῆι Δημητρία ἢ μὴ παραμείνηι, ἐξέστω Ἀριστο- |
| κρατείαι ἢ ἄλλωι ὑπὲρ Ἀριστοκράτειαν κολάζειν ὥς κα θέλωντι Δημητρίαν | |
| ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις· εἰ δέ τί κα πάθηι Ἀριστοκράτεια, ἐλευθέρα ἔστω | |
| Δημητρία κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼ[ς] | |
| ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπ[τ]ηται Δημητρίας ἐπεί κα | |
| 10 | τελευτάσηι Ἀριστοκράτε[ι]α, βέβαιον παρε[χέ]τω ὁ βεβαιωτὴρ τῶι θεῶι |
| τὰν ὠνάν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ πα[ρ]ατυγχάνοντες κύριοι ἐόντω | |
| συλέοντες ὡς [ἐλ]<ευ>θέραν οὖσαν ἀζάμι’ ὄντες κ[α]ὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα[μίας]. | |
| μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| Ταραντῖνος καὶ οἱ ἄρχοντες Φιλ[οκράτης], | |
| 15 | Πολέμαρχος, Ἄρχων, ἰδιῶται Ἀριστόμαχος, Τιμοκλῆς, Ἀμύντας, Δίων. |