[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀρχέλαος
Θηβαγόρα Δελφὸς σῶμα ἀνδρεῖον ὧι ὄνομα Κύπριος τὸ γένος Κύπριον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν.
βεβαιωτήρ· Δεξικράτης Μνασιθέου. παραμεινάτω δὲ Κύπριος παρὰ Ἀρχέλαον τὸν πωλήσαντ’ αὐτὸν μέχρι κα Ἀρχέλαος ζώ{ι}η {²⁶ζώη}²⁶·
εἰ δέ τί κα πάθηι Ἀρχέλαος, ἐλεύθερος ἔστω Κύπριος καὶ ἀποτρεχέτω οἷς κα θέληι, ὥς κα τὸ πάθος γένηται περὶ Ἀρχέλαον.
5 ποταποτεισά[τ]ω δὲ τὸ ἐπίλοιπον τᾶς τιμᾶς ἀργυρίου τρία ἡμιμναῖα, Θηβαγόρα ἡμιμναῖον, Δωροθέωι ἡμιμναῖον, Ἀρχίαι ἡμιμναῖον.
ἀποτεισάτω δὲ τοῦτο τὸ ἀργύριον ἐν ἐνιαυτῶι, ἀφ’ οὗ κα τὸ πάθος γέν[η]ται περὶ Ἀρχέλαον. ἁ δὲ ὠνὰ ἔστω τοῦ θεοῦ. παρεχέτω δὲ Ἀρχέλαος
καὶ ὁ βεβαιωτὴρ Δεξ[ι]κράτης βέβαιον τὰν ὠνὰν τῶι θεῶι· εἰ δέ τις ἐφάπτοιτο Κυπρίου, κύριος ἔστω συλέων καὶ αὐτοσαυτὸν καὶ ὁ παρατυγχά-
νων ὡς ἐλεύθερον ἐόντα. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος Ἄρχωνος, Ἀμύντας Εὐδώρου καὶ τῶν ἀρχόντων Ἧρυς Πλείστωνος,
ἰδιῶτα[ι] Ἐκέφυλος, Κλέανδρος, Ἀλκέτας, Λύκος, Καλλίερος, Μνασίθεος, Ξενόκριτος. τὸ ὁμόλογον παρὰ Καλλίερον.
Search Help