[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Ἐμ<μ>ενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Κλέων Κλεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνομα Ἱστιαῖος τὸ γένος Σύραν, τιμᾶς ἀργυρί-
ου μνᾶν τεσσάρων, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφα-
5 πτον ἀπὸ πάντων τὸν πάντα βίον, καθὼς ἐπίστευσε
Ἱστιαῖος τῶι θεῶι τὰν ὠνάν, ποιέων ὅ κα θέληι. βεβαιωτὴρ
κατὰ τὸν νόμον τᾶς πόλιος· Αἰακίδας Φιλαιτώλου.
μάρτυρες· τῶν ἀρχόντων Ἀριστίων Ἄγωνος, Ἄσαν-
δρος, ἰδιῶται Νίκαρχος, Νικόμαχος, Μαντίας,
10 Εὐκλείδας.
Search Help