[ ]
Phokis — Delphi — 170-157/56 BC
| 1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἀπέδοτο Λάμιος |
| Λυκίδα Ναυπάκτιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Καρπὶς οἰκογενῆ, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
| τὸν πάντα βίον, καθὼς ἐπίστευσε Καρπὶς τῶι Ἀπόλλωνι τὰν ὠνάν, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει βεβαιωτήρ· Χαρίξε- |
| νος Ἐκεφύλου Ἀμφισσεύς. εἰ δέ τις ἐπιλαμβάνοιτο Καρπίδος ἐπὶ κα- | |
| ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἀζάμιος καὶ ἀνυ- | |
| πόδικος ἐὼν ὡς ἐλευθέραν οὖσαν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἀμύντας Εὐδώρου, Ταραντῖνος Ἄρχωνος καὶ οἱ ἄρ- | |
| 10 | χοντες Ἄσανδρος Διονισίου, Ἀριστίων Ἄγωνος, Ἀριστόμαχος |
| Ὀλυμπογένεος, ἰδιῶται Ἀστόξενος, Ἀμύντας, Νικέας, Σώσιππος, | |
| Ἡρακλείδας, Ἀρίστων Ἀμφισσεύς. |