[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Εὐαγγέλου τοῦ Σωδαμίδα μηνὸς |
Εἰλαίου, ἀπέδοτο Κάλλων Ἀριστοδάμου, συνευ- | |
δοκεούσας καὶ τᾶς γυναικὸς Ἀγαθοῦς, τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λύσιον τὸ γέ- | |
5 | νος Ἀμβρυσσίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν |
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Λύσιον τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
πάντα βίον. παραμινάτω δὲ Λύσιον παρὰ Κάλλωνα καὶ Ἀγαθὼ ἄχρι | |
κα ζώωντι Κάλλων καὶ Ἀγαθώ, ποιέουσα τὸ ποτιτασσόμενον πᾶν | |
10 | τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ τί κα πάθωντι Κάλλων καὶ Ἀγαθώ, |
κυρία ἔστω Λύσιον ἀποτρέχουσα οἷς κα αὐτὰ θέλη καὶ ποιέουσα ὅ {ις} κα | |
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Φίλων Δικαίας. εἰ δέ τις αὐτᾶς ἅπτοιτο | |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό- | |
μενοι καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
15 | τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Βάχχιος, | |
Εὔδοκος, Καλλίμαχος, ἰδιῶται Πολύων Τιμοκλέος, Ἀρχέλαος, Φρῦνος, Εὐκλείδας, Τιμόκριτος. |