[ ]
Phokis — Delphi — 170-157/56 BC
| 1 | ἄρχοντος Ἄρχωνος τοῦ Νικοβούλου μηνὸς Εἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐ- |
| φρόνιος Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κίν- | |
| τος τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
| στευσε Κίντος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν τὸμ πάντα | |
| 5 | βίον καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλι- |
| ος τῶν Δελφῶν Ἄθαμβος Ἀθανίωνος, Ἐμμενίδας Καλλία. παραμεινάτω δ<ὲ> Κίν- | |
| τος παρὰ Εὐφρόνιον ἄχρι οὗ κα ζώη Εὐφρόνιος, ἀνένκλητος ὢν καὶ ποιῶν τὸ | |
| ποτιτασσόμενον πᾶν καὶ τρέφων Εὐφρόνιον καὶ εὐσχημονίζων καὶ τὰς | |
| συμβολὰς ἐν τὰς φυλὰς διδοὺς τὰ δίκαια ὑπὲρ Εὐφρόνιον, καὶ ἐπεί κα ἀπο- | |
| 10 | θάνη, θαψάτω Κίντος καὶ τὰς ἀλλαθεάδας ποησάτω καθὼς νομίζεται |
| καὶ <ἐπεί κα> ποιήση καθὼς γέγραπται, ἐλεύθερος ἔστω κατὰ τὰν ὠνὰν τοῦ θε- | |
| οῦ· εἰ δὲ μὴ ποιέοι τὸ ποτιτασσόμενον Εὐφρονίωι Κίντος ἢ μὴ τ[ρέ]φοι | |
| Κίντος, κύριος ἔστω Εὐφρόνιος ποιέων ὅ κα θέλη Κίντον. μάρτυρε[ς· ο]ἱ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες | |
| 15 | Χαρίξενος, Σώτιμος, Νικόμαχος καὶ ἰδιῶται |
| Διόδωρος, Μένης, Ἧρυς, Φίλαγρος. |