[ ]
Phokis — Delphi — 173/172 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Αἰακίδα τοῦ Φιλαιτώλου, ἐν δὲ Αἰτωλίαι στραταγέον- |
τος Θόα, ἀπέδοτο Φιλλέας Φίλωνος Τριτεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
ναικεῖον ἇι ὄνομα Ἀγαθόκλεια, τὰν ἔλαβε παρὰ Λυκίσκας, τιμᾶς ἀργυρίου μνᾶν ἓξ στα- | |
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ἀγαθόκλεια τὰν ὠνὰν τῶι θεῶι, | |
5 | ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν |
ὅ κα θέληι· εἰ δέ τις ἐφάπτοιτο Ἀγαθοκλείας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα- | |
ρατυχὼν συλέων Ἀγαθόκλειαν ἐλευθέραν οὖσαν κατὰ τὰν ὠνὰν τοῦ θεοῦ ἀ- | |
ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τὸν σύμβολον | |
καὶ κατὰ τοὺς νόμους τᾶς πόλιος τῶν Δελφῶν Φίλων Φιλλέα Τριτεύς, Ἀντιχάρης | |
10 | Ἀζαράτου, Στράτων Λυσιμάχου Δελφοί. μάρτυρες· ὁ ἱερεὺς Ταραντῖνος καὶ ὁ ἄρ- |
χος Νικόμαχος καὶ ἰδιῶται Ἄθαμβος, Θεύδοτος, Μένης, Ἐμμενίδας, Φίλων, Εὐ- | |
κλείδας. |