[ ] Phokis — Delphi — 170-157/6 BC
1 στραταγέοντες τῶν Αἰτωλῶν Παναιτώλου μηνὸς Ἀγυ-
έου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα μηνὸς Ἡρακλέου,
ἐπὶ τοῖσδε ἀπέδοτο Πάτρων Γλαυκίωνος Χαλειεύς, συν-
ευδοκέοντος τοῦ υἱοῦ Κλέωνος, τοῖ Ἀπόλλωνι τῶι Πυθίωι
5 σῶμα ἀνδρέον οἷ ὄνομα Καλλικράτης τὸ γένος οἰκογενής,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς αὐτὸς
ἐπίστευσε Καλλικράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθε-
ρον εἶναι καὶ ἀνέφαπτον ἀπὸ πάντων, ἐπεί κά τι πάθη Πάτρω[ν].
παραμεινάτω δὲ Καλλικράτης παρὰ Πάτρωνα ἕως κα ζ[ῆ] Πά-
10 τρων, ποιῶν τὸ ποτιτασσόμενον πᾶν καὶ νυκτὸς καὶ ἁμέρας
ἀνεκκλήτως τὸ δυνατόν· εἰ δέ κα ἢ μὴ παραμένη ἢ μὴ ποῆ τὸ ποτι-
τασσόμενον Καλλικράτης Πάτρωνι, κύριος ἔστω κολάζων ὥς κα θέλη
καὶ ἄλλος ὅν κα Πάτρων κελεύση. εἰ δέ τις ἐφάπτοιτο Καλλικράτεος, ἐπεί κά τι
πάθη Πάτρων, κύριος ἔστω συλέων αὐσαυτὸν καὶ ἄλλος ὁ παρατυνχά-
15 νων ἐπ’ ἐλευθερίαι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας [κ]αὶ ζα-
μίας. κύριος δὲ ἔστω Καλλικράτης ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων [ο]ἷς
κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον· Μικκύλος Λαδίκου Χαλειεύς, Πραξίας
Εὐδόκου Δελφός. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας,
καὶ οἱ ἄρχοντες Δάμων, Ξένων, Πολύων, ἰδιῶται Γλαῦκος Ξένωνος, Ἀρχέλαος
20 Πραούχου, Ἀλέξων Χαριξένου, Σωσίας Ξένωνος, Ἀπολλόδωρος Σωπάτρο[υ].
Search Help