[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος μηνὸς |
| Λαφρίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα μηνὸς Θεοξενίου, | |
| ἀπέδοτο Πολυστράτα Λιλαιΐς, συνεπαινεουσᾶν καὶ τὰν θυγα- | |
| τέρων Κλεοῦς καὶ Τιμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον ὧ[ι] | |
| 5 | ὄνομα Νικίας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε |
| [τὰν ὠνὰν] Νικίας τῶι θεῶι, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον | |
| ἀπὸ πάντων τὸν πάντα χρόνον καὶ οἰκεῖν ὅπει κα θέλη. βεβαιωτῆρες· | |
| Νικοκ<λ>ῆς Λιλα[ι]εύς, Εὐκράτης Δελφός. | |
| μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| 10 | Ταραντῖνος καὶ οἱ ἄρχοντες Δάμων, Ξένων, Πολύων, |
| ἰδιῶται Φίλαγρος, Πολέμαρχος, Ἀντιχάρης. |