[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | στραταγέοντες τῶν Αἰτωλῶν Παναιτώλου μηνὸς Ἀγυ- |
| έου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα μηνὸς Ἡρακλέου, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Πάτρων Γλαυκίωνος Χαλειεύς, συν- | |
| ευδοκέοντος τοῦ υἱοῦ Κλέωνος, τοῖ Ἀπόλλωνι τῶι Πυθίωι | |
| 5 | σῶμα ἀνδρέον οἷ ὄνομα Καλλικράτης τὸ γένος οἰκογενής, |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς αὐτὸς | |
| ἐπίστευσε Καλλικράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθε- | |
| ρον εἶναι καὶ ἀνέφαπτον ἀπὸ πάντων, ἐπεί κά τι πάθη Πάτρω[ν]. | |
| παραμεινάτω δὲ Καλλικράτης παρὰ Πάτρωνα ἕως κα ζ[ῆ] Πά- | |
| 10 | τρων, ποιῶν τὸ ποτιτασσόμενον πᾶν καὶ νυκτὸς καὶ ἁμέρας |
| ἀνεκκλήτως τὸ δυνατόν· εἰ δέ κα ἢ μὴ παραμένη ἢ μὴ ποῆ τὸ ποτι- | |
| τασσόμενον Καλλικράτης Πάτρωνι, κύριος ἔστω κολάζων ὥς κα θέλη | |
| καὶ ἄλλος ὅν κα Πάτρων κελεύση. εἰ δέ τις ἐφάπτοιτο Καλλικράτεος, ἐπεί κά τι | |
| πάθη Πάτρων, κύριος ἔστω συλέων αὐσαυτὸν καὶ ἄλλος ὁ παρατυνχά- | |
| 15 | νων ἐπ’ ἐλευθερίαι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας [κ]αὶ ζα- |
| μίας. κύριος δὲ ἔστω Καλλικράτης ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων [ο]ἷς | |
| κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον· Μικκύλος Λαδίκου Χαλειεύς, Πραξίας | |
| Εὐδόκου Δελφός. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας, | |
| καὶ οἱ ἄρχοντες Δάμων, Ξένων, Πολύων, ἰδιῶται Γλαῦκος Ξένωνος, Ἀρχέλαος | |
| 20 | Πραούχου, Ἀλέξων Χαριξένου, Σωσίας Ξένωνος, Ἀπολλόδωρος Σωπάτρο[υ]. |