[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ἰλαίου, ἀπέδοτο Μητρόδω- |
| ρος Μηνοδότου τῶι Ἀπόλλωνι σῶμα γυναικεῖον ἇι ὄνομα Σῖμον, ἀργυρίου μνᾶν | |
| πέντε. ἐλευθέρα δὲ ἔστω Σῖμον καὶ ἀνέφαπτος ἀπὸ πάντων, καθὼς αὐτὰ ἐπί- | |
| στευσε τῶι θεῶι τὰν ὠνάν, ὥστε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| 5 | των, συνευδοκέοντος καὶ Μηνοδότου. βεβαιωτήρ· Πρ[α]ξίας Εὐδόκου. μάρ- |
| τυρες· Ἀμύντας, Ἀνδρόνικος οἱ ἱερεῖς, Εὐάγγελος Πάτρωνος, [Κ]αλλείδας. |