[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Εὐδώρου μηνὸς Εἰλαίου, ἐν δὲ Ἀμφίσσαι ἄρ- |
χοντος Λυκώπου μηνὸς Ἀμῶνος, ἀπέδοτο Ἀριστομήδης Ἀντιγένε- | |
ος Ἀμφισσεύς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Χαιρεδάμου, τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλ<ι>κράτεια ἐνδογενῆ, καθὼς ἐπίστευ- | |
5 | σε Καλλικράτεια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀ- |
πὸ πάντων τὸν πάντα βίον ποιοῦσαν ὅ κα θέλη, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸ σύμβολον· Χαιρέδαμος Ἀριστομήδεος Ἀμφισσεὺς | |
καὶ Εὐάγγελος Πάτρωνος Δελφός. μὴ κυρία δὲ ἔστω Καλλικράτεια ἀπαλλοτριώου- | |
σα τὰ ὑπάρχοντα εἰ ἀγενὴς μεταλλάξαι τὸμ βίον, μηδὲ τὰ ἐκ ταύτας τέκνα | |
10 | εἰ ἀγενῆ μεταλλάξαιεν τὸμ βίον. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ ὁ ἄρχων Εὐκλῆς Καλ- |
λιστράτου, ἰδιῶται Κλέων Δαμοσθένεος, Μενέστρατος, Θεόφιλος Σωσιγένεος, Χαρίξενος Ἀστί- | |
α, Σωσιγένης Εὐθυμίδα Δελφοί. |