[ ] Phokis — Delphi — 138/135 BC — SEG 2.281 — Pomtow
1 [ἔδοξε τᾶι πόλει τῶν Δ]ελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[όμοις· ἐπειδὴ]
[Τειθρώνιοι καὶ ἐν τοῖ]ς ἔμπροσθε χρόνοις εὔνους ὅντες διατετελέ[κατι ποτὶ]
[τὰν πόλιν ἁ]μ̣ῶν, καὶ νῦν ἀποσταλείσας̣ ποτ’ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς π̣[όλιος]
[ὅπως ἕλωντ]αι δικαστὰς ἄνδρας τρεῖς, οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ̣ [ποιήσον]-
5 [ται τὰς κρίσ]εις μετὰ παντὸς τοῦ δικαίου, τούς τε πρεσβευτὰς ποτεδέξ[αντο]
[φιλανθρ]ώπως καὶ περὶ ὧν παρεκάλεον ὑπακούσαντες τᾶς τε ἐξ ἀρχᾶς [ὑπαρ]-
[χούσας αὐ]τ̣οῖς π̣[ο]τὶ τὰν πόλιν αἱρέσιος ἀπολογισμὸν ἐποιήσαντο καὶ δικαστ[ὰς]
[ἀπέστε]ιλαν Πολύξενον Ξένωνος, Κλεομήδη Κλεολάου, Τιμοκράτη Καλλικλέα
[καὶ γραμμ]ατῆ Εὐκράτη Χάρητος· παραγενόμενοι δὲ οὗτοι τάν τε ἐπιδαμίαν κα[ὶ]
10 [ἀναστροφ]ὰν ἐποιήσαντο ἀξίως τῶν τε ἀποστειλάντων αὐτοὺς καὶ τᾶς ἁμ̣[ε]-
τέρας π]ό̣λιος, καὶ τῶν ἐγκλημάτων εἱλκυσμένων πλείονα χρόν<ον> τὰ μὲν ἔκριν̣[αν]
[τὰ δὲ] δ̣ιέλυσαν, πλεῖστον λόγον ποείμενοι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσε[βείας]
[καὶ τοῦ δ]ικαίου καὶ συμφέροντος πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαιν̣[έ]-
[σαι μὲν τὰν] πόλιν τῶν Τειθρωνίων ἐπὶ τᾶι ἀποστολᾶι τῶν ἀνδρῶν, ἐπαινέ[σαι δὲ]
15 [καὶ τοὺς δι]καστὰς Πολύξενον Ξένωνος, Κλεομήδη Κλεολάου, Τιμο[κράτη Καλλι]-
[κλέα καὶ τὸν] γραμματῆ Εὐκράτη Χάρητος, καὶ στεφανῶσαι αὐ[τοὺς δάφναι]
[στεφάν]ω̣ι τᾶι(!) παρὰ τοῦ θεοῦ, καθὼς πάτριόν ἐστι Δελφοῖς, [ὑπάρχειν δὲ]
[αὐτοῖς καὶ ἐκγόν]οις προξενίαν καὶ [ἰσο]πολιτείαν, προμαντεί[αν, ἀσυλίαν, ἀτέλειαν],
[προεδρίαν ἐμ π]ᾶ̣σι τοῖς ἀ[γώνοις οἷς ἁ πόλις τίθη]τι, [καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς]
20 [ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ]
[ξένια ἐπὶ τὰν κοινὰν ἑστίαν, ἐπιμέλειαν δὲ ποιήσασθαι τοὺς ἄρχοντας, ὅπως ἀνα]-
[γραφῇ τὸ ψάφισμα ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ].
Search Help
Contact Us