[ ]
Phokis — Delphi — 138/135 BC — SEG 2.281 — Pomtow
| 1 | [ἔδοξε τᾶι πόλει τῶν Δ]ελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[όμοις· ἐπειδὴ] |
| [Τειθρώνιοι καὶ ἐν τοῖ]ς ἔμπροσθε χρόνοις εὔνους ὅντες διατετελέ[κατι ποτὶ] | |
| [τὰν πόλιν ἁ]μ̣ῶν, καὶ νῦν ἀποσταλείσας̣ ποτ’ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς π̣[όλιος] | |
| [ὅπως ἕλωντ]αι δικαστὰς ἄνδρας τρεῖς, οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ̣ [ποιήσον]- | |
| 5 | [ται τὰς κρίσ]εις μετὰ παντὸς τοῦ δικαίου, τούς τε πρεσβευτὰς ποτεδέξ[αντο] |
| [φιλανθρ]ώπως καὶ περὶ ὧν παρεκάλεον ὑπακούσαντες τᾶς τε ἐξ ἀρχᾶς [ὑπαρ]- | |
| [χούσας αὐ]τ̣οῖς π̣[ο]τὶ τὰν πόλιν αἱρέσιος ἀπολογισμὸν ἐποιήσαντο καὶ δικαστ[ὰς] | |
| [ἀπέστε]ιλαν Πολύξενον Ξένωνος, Κλεομήδη Κλεολάου, Τιμοκράτη Καλλικλέα | |
| [καὶ γραμμ]ατῆ Εὐκράτη Χάρητος· παραγενόμενοι δὲ οὗτοι τάν τε ἐπιδαμίαν κα[ὶ] | |
| 10 | [ἀναστροφ]ὰν ἐποιήσαντο ἀξίως τῶν τε ἀποστειλάντων αὐτοὺς καὶ τᾶς ἁμ̣[ε]- |
| τέρας π]ό̣λιος, καὶ τῶν ἐγκλημάτων εἱλκυσμένων πλείονα χρόν<ον> τὰ μὲν ἔκριν̣[αν] | |
| [τὰ δὲ] δ̣ιέλυσαν, πλεῖστον λόγον ποείμενοι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσε[βείας] | |
| [καὶ τοῦ δ]ικαίου καὶ συμφέροντος πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαιν̣[έ]- | |
| [σαι μὲν τὰν] πόλιν τῶν Τειθρωνίων ἐπὶ τᾶι ἀποστολᾶι τῶν ἀνδρῶν, ἐπαινέ[σαι δὲ] | |
| 15 | [καὶ τοὺς δι]καστὰς Πολύξενον Ξένωνος, Κλεομήδη Κλεολάου, Τιμο[κράτη Καλλι]- |
| [κλέα καὶ τὸν] γραμματῆ Εὐκράτη Χάρητος, καὶ στεφανῶσαι αὐ[τοὺς δάφναι] | |
| [στεφάν]ω̣ι τᾶι(!) παρὰ τοῦ θεοῦ, καθὼς πάτριόν ἐστι Δελφοῖς, [ὑπάρχειν δὲ] | |
| [αὐτοῖς καὶ ἐκγόν]οις προξενίαν καὶ [ἰσο]πολιτείαν, προμαντεί[αν, ἀσυλίαν, ἀτέλειαν], | |
| [προεδρίαν ἐμ π]ᾶ̣σι τοῖς ἀ[γώνοις οἷς ἁ πόλις τίθη]τι, [καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς] | |
| 20 | [ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ] |
| [ξένια ἐπὶ τὰν κοινὰν ἑστίαν, ἐπιμέλειαν δὲ ποιήσασθαι τοὺς ἄρχοντας, ὅπως ἀνα]- | |
| [γραφῇ τὸ ψάφισμα ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ]. |