[ ] Phokis — Delphi — ca. 75 AD
1                          ἀγαθῇ τύχῃ.
[ἄρχοντ]ος Γαίου Μεμμίου Εὐθυδάμου, μηνὸς Ἀμαλίου ὀ[γ]-
[δόῳ], βουλευόντων Ἐπάνδρου τοῦ Μηνοδώρου καὶ Ἀφροδεσ]-
[ίου τοῦ Ζ]ωσίμου, ἀπέδετο Σεύθης Ἀπολλωνίου Νεικοπολείτη[ς]
5 [τῷ Ἀπόλ]λωνι τῶι Πυθίῳ σῶμα ἀνδρῆον, ᾧ ὄνομα Εἰσιγένης, τιμᾶς
[ἀργυρίου] μνᾶν πέντε, καὶ τὰν τειμὰν παρὼν ὡμολ[ό]γησεν ἀπέχ<ε>ιν,
ἐπὶ [τῷ ὥστε] εἶναι ἐλεύθερος, μηδενὶ μηδὲν προσήκων. παραμεινάτω
δὲ Σεύθῃ τὸν τᾶς ζωᾶς χρόνον, ποιῶν τὰ ἐπιστασσόμενα. ὡς εἰ μὴ ποι-
[έοι] Εἰσιγένης, ἐξουσίαν ἔχοντος Σεύθου ἐπιτειμέοντος τρόπῳ ᾧ κα θέλῃ.
10 [κα]θέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς Δελφῶν πόλεως Ἅβρ-
[ωνα] Φιλονείκου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Εἰσι[γέ]νους, βέβ[αι]-
[ον π]αρεχέτω{ι} τῷ θεῷ τὰν ὠνάν, καὶ ἐξέστω τῶι βουλομέν[ωι τ]ῶι π̣αρ[ατυχόντι] συλεῖν Εἰσιγένη, ἐφ’ ᾧ-
[τε ε]ἶναι ἐλεύθερον. τίθεμαι τὰν ὠνὰν διὰ τοῦ γραμματέ[ως Ἐπάνδρου τοῦ]
[Μη]νοδώρου. χεὶρ Ἅβρωνος τοῦ Φιλονείκου. γέγονα βεβαιωτὴ[ρ ἐπὶ τῆς προγε]-
15 [γραμ]μένης ὠνῆς κατασταθεὶς ὑπὸ Σεύθου. μάρτυρες οἱ ἱερ<ε>ῖς [τοῦ Πυθίου Ἀπ]-
17 [όλλω]νος Μέμμιος Κριτόλαος καὶ Νείκανδρος Καλλιστράτου ․․․․․․․․․․․․
․․․․․․ράτου, Τ. Ἰούλιος Πάππος, Κλεόδαμος Εὐφροσύνου.
Search Help
Contact Us