[ ]
Phokis — Delphi — ca. 75 AD
| 1 | ἀγαθῇ τύχῃ. |
| [ἄρχοντ]ος Γαίου Μεμμίου Εὐθυδάμου, μηνὸς Ἀμαλίου ὀ[γ]- | |
| [δόῳ], βουλευόντων Ἐπάνδρου τοῦ Μηνοδώρου καὶ Ἀφροδε[ισ]- | |
| [ίου τοῦ Ζ]ωσίμου, ἀπέδετο Σεύθης Ἀπολλωνίου Νεικοπολείτη[ς] | |
| 5 | [τῷ Ἀπόλ]λωνι τῶι Πυθίῳ σῶμα ἀνδρῆον, ᾧ ὄνομα Εἰσιγένης, τιμᾶς |
| [ἀργυρίου] μνᾶν πέντε, καὶ τὰν τειμὰν παρὼν ὡμολ[ό]γησεν ἀπέχ<ε>ιν, | |
| ἐπὶ [τῷ ὥστε] εἶναι ἐλεύθερος, μηδενὶ μηδὲν προσήκων. παραμεινάτω | |
| δὲ Σεύθῃ τὸν τᾶς ζωᾶς χρόνον, ποιῶν τὰ ἐπιστασσόμενα. ὡς εἰ μὴ ποι- | |
| [έοι] Εἰσιγένης, ἐξουσίαν ἔχοντος Σεύθου ἐπιτειμέοντος τρόπῳ ᾧ κα θέλῃ. | |
| 10 | [κα]θέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς Δελφῶν πόλεως Ἅβρ- |
| [ωνα] Φιλονείκου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Εἰσι[γέ]νους, βέβ[αι]- | |
| [ον π]αρεχέτω{ι} τῷ θεῷ τὰν ὠνάν, καὶ ἐξέστω τῶι βουλομέν[ωι τ]ῶι π̣αρ[ατυχόντι] συλεῖν Εἰσιγένη, ἐφ’ ᾧ- | |
| [τε ε]ἶναι ἐλεύθερον. τίθεμαι τὰν ὠνὰν διὰ τοῦ γραμματέ[ως Ἐπάνδρου τοῦ] | |
| [Μη]νοδώρου. χεὶρ Ἅβρωνος τοῦ Φιλονείκου. γέγονα βεβαιωτὴ[ρ ἐπὶ τῆς προγε]- | |
| 15 | [γραμ]μένης ὠνῆς κατασταθεὶς ὑπὸ Σεύθου. μάρτυρες οἱ ἱερ<ε>ῖς [τοῦ Πυθίου Ἀπ]- |
| 17 | [όλλω]νος Μέμμιος Κριτόλαος καὶ Νείκανδρος Καλλιστράτου ․․․․․․․․․․․․ |
| ․․․․․․ράτου, Τ. Ἰούλιος Πάππος, Κλεόδαμος Εὐφροσύνου. |