[ ]
Phokis — Delphi — 90-100 AD
| 1 | ἄρχοντος ἐν Δελφοῖς [Δι]οδώρου τοῦ Φι[λο]- |
| νείκου, μηνὸς Ἀμαλίου ὀκτ<ὼ> καὶ [δε]κάτῃ, [ἐπὶ] | |
| τοῖσδ[ε] ἀπέδετο, βουλευόντων [Κριτ]ολά[ου] | |
| τοῦ Εὐφροσύνου καὶ Κτήσωνος τοῦ Κτήσω[νος], | |
| 5 | Σπινθὴρ Φιλίσστας κ[αὶ] Φαῦστα Σπινθῆρος ἀπ[έ]- |
| δετο τῷ Ἀπόλ[λ]ωνι σῶμα γυναικῆον | |
| ἐπ’ ἐλευθερί[ᾳ] οἰκογ[ε]νές, ᾗ ὄνομα Σωτηρί[χα], | |
| καὶ τὰ ἐξ αὐτῆς παιδία, οἷς ὀνόματά ἐστ[ι] | |
| Λέων, Μοσσχᾶς, συνευαρεστοῦντος Σπι[ν]- | |
| 10 | θῆρος καὶ Φαύστας, τειμᾶς ἀργυρίου μ[νᾶν] |
| τριῶν, καὶ τὰν τειμὰν ἀπέχον<τι> π[ᾶ]- | |
| σαν, ἐφ’ ᾧ ἐπίστευ[σ]εν Σωτηρίχα{ν} καὶ Λέ- | |
| ων{α} καὶ Μοσ{σ}χᾶ<ς> {²⁶Μοσχᾶς}²⁶ τῷ θεῷ τὰν ὠνάν, ἐφ’ [ᾧ] | |
| αὐτὰ ἐλεύθερα εἶναι καὶ ἀνέπαφα ἀπὸ πά[ν]- | |
| 15 | των τὸν π[άν]τα χρ[όν]ον μηδὲ ἑνὶ προσήκον- |
| τα κατὰ [μ]ηδένα τρόπο[ν]. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμ[ον] Πόπλιος Λικίννι[ος] Χαλεάτης. β[ε]βαί- | |
| αν [π]αρεχ<όντ>ων τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδό- | |
| μ[εν]ος καὶ ὁ συνευαρεστήσας [κ]αὶ ὁ βεβαιωτής. | |
| 20 | [ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλεύ- |
| ων ἐν ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
| κος πάσας δίκας καὶ ζ[α]μίας. τίθεμαι τὴν | |
| ὠ[νή]ν, ἣν μὲν διὰ τοῦ γραμματέως τῆς πό- | |
| λεως [Μν]ησιθέου τοῦ Ἀντιγένους εἰς τὰ δη- | |
| 25 | μόσια τῆς πόλεως γράμματα, ἣν δὲ ἐνχαρά- |
| ξας ἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος εἰς | |
| τὸ θέατρον κατὰ τὸν νόμον. ὁ βεβαιωτὴς. χεὶρ | |
| Ποπλίου Λικιννίου. γέγονα βεβαιωτὴς κα- | |
| τασταθεὶς ὑπὸ Σπινθῆρος καὶ Φαύστας ἐπὶ | |
| 30 | τῆς προγεγραμμένης <ὠνῆς>. χεὶρ Σπινθῆρος τοῦ |
| Σπινθῆρος. συνευαρεστῶ τοῖς ἐν τῇ ὠνῇ προ- | |
| γεγραμμένοις πᾶσιν. μάρτυρες οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Πόπλιος Μέμμιος Κριτόλα- | |
| ος, Μελισσίων Λαιάδα. Νείκανδρος Κα[λ]- | |
| 35 | λιστράτου. Ἀντιγένης Ἀρχία. |