[ ] Phokis — Delphi — 90-100 AD
1 ἄρχοντος ἐν Δελφοῖς [Δι]οδώρου τοῦ Φι[λο]-
νείκου, μηνὸς Ἀμαλίου ὀκτ<ὼ> καὶ [δε]κάτῃ, [ἐπὶ]
τοῖσδ[ε] ἀπέδετο, βουλευόντων [Κριτ]ολά[ου]
τοῦ Εὐφροσύνου καὶ Κτήσωνος τοῦ Κτήσω[νος],
5 Σπινθὴρ Φιλίσστας κ[αὶ] Φαῦστα Σπινθῆρος ἀπ[έ]-
δετο τῷ Ἀπόλ[λ]ωνι σῶμα γυναικῆον
ἐπ’ ἐλευθερί[ᾳ] οἰκογ[ε]νές, ᾗ ὄνομα Σωτηρί[χα],
καὶ τὰ ἐξ αὐτῆς παιδία, οἷς ὀνόματά ἐστ[ι]
Λέων, Μοσσχᾶς, συνευαρεστοῦντος Σπι[ν]-
10 θῆρος καὶ Φαύστας, τειμᾶς ἀργυρίου μ[νᾶν]
τριῶν, καὶ τὰν τειμὰν ἀπέχον<τι> π[ᾶ]-
σαν, ἐφ’ ᾧ ἐπίστευ[σ]εν Σωτηρίχα{ν} καὶ Λέ-
ων{α} καὶ Μοσ{σ}χᾶ<ς> {²⁶Μοσχᾶς}²⁶ τῷ θεῷ τὰν ὠνάν, ἐφ’ [ᾧ]
αὐτὰ ἐλεύθερα εἶναι καὶ ἀνέπαφα ἀπὸ πά[ν]-
15 των τὸν π[άν]τα χρ[όν]ον μηδὲ ἑνὶ προσήκον-
τα κατὰ [μ]ηδένα τρόπο[ν]. βεβαιωτὴρ κατὰ τὸν
νόμ[ον] Πόπλιος Λικίννι[ος] Χαλεάτης. β[ε]βαί-
αν [π]αρεχ<όντ>ων τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδό-
μ[εν]ος καὶ ὁ συνευαρεστήσας [κ]αὶ ὁ βεβαιωτής.
20 [ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλεύ-
ων ἐν ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζ[α]μίας. τίθεμαι τὴν
[νή]ν, ἣν μὲν διὰ τοῦ γραμματέως τῆς πό-
λεως [Μν]ησιθέου τοῦ Ἀντιγένους εἰς τὰ δη-
25 μόσια τῆς πόλεως γράμματα, ἣν δὲ ἐνχαρά-
ξας ἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος εἰς
τὸ θέατρον κατὰ τὸν νόμον. ὁ βεβαιωτὴς. χεὶρ
Ποπλίου Λικιννίου. γέγονα βεβαιωτὴς κα-
τασταθεὶς ὑπὸ Σπινθῆρος καὶ Φαύστας ἐπὶ
30 τῆς προγεγραμμένης <ὠνῆς>. χεὶρ Σπινθῆρος τοῦ
Σπινθῆρος. συνευαρεστῶ τοῖς ἐν τῇ ὠνῇ προ-
γεγραμμένοις πᾶσιν. μάρτυρες οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Πόπλιος Μέμμιος Κριτόλα-
ος, Μελισσίων Λαιάδα. Νείκανδρος Κα[λ]-
35 λιστράτου. Ἀντιγένης Ἀρχία.
Search Help
Contact Us