[ ]
Phokis — Delphi — 20-70 AD
| 1 | ἀγαθῇ τύχῃ. |
| ἄρχοντος ἐν Δελφοῖς Γ. Μεμμίου Κριτολάου, μηνὸς Εἰλαίου πέμπτῃ | |
| ἱσταμένου, βουλευόντων δὲ τᾶς πόλιος Νεικοστράτου τοῦ Εὐδώρου | |
| καὶ Ἄρχωνος τοῦ Λέοντος vac. Ἡράκλειτος Ὀνασίμου ἀπέδοτο τῷ Πυθίῳ Ἀπόλ- | |
| 5 | λωνι σῶ[μ]α ἀνδρῆον, ᾧ ὄνομα Ἡράκλειτος, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ |
| τὰν τειμὰν παρὼν Ἡράκλειτος ὡμολόγησεν ἀπέχειν πᾶσαν, καθὼς ἐπίστευσε τὰν | |
| ὠνὰν τῷ θεῷ ἐπὶ τῷ ἐλεύθερον εἶναι καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν τᾶς ζωᾶς | |
| χρόνον, μηδενὶ μηδὲν προσήκοντα κατὰ μηδένα τρόπον. παραμεινά<τ>ω δὲ Ἡρά- | |
| κλειτος Ἡρακλείτῳ τὸν τᾶς ζωᾶς χρόνον, ποιῶν τ[ὸ ἐπ]ιτασσόμενον. εἰ δὲ μὴ | |
| 10 | ποιέοι, ἐξουσίαν ἐχέτω Ἡράκλειτος Ὀνασίμο<υ> ἐπιτιμέ[ω]ν τρόπῳ ᾧ κα θέλῃ. εἰ |
| [δ]έ τις ἐφάπτοιτο Ἡρακλείτου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠ- | |
| [νὰν ὅ τε] ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω καὶ ἀνε- | |
| [ύθυν]ος συλέων Ἡράκλειτον εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀν[έπαφο]ς πάσας δίκας καὶ | |
| [ζαμία]ς. καθέστακα δὲ καὶ βεβαιωτῆρα κ[ατὰ τὸν νό]μον τᾶς πόλι[ος ․․․․․․ην Χρύσου. χεὶ]ρ | |
| 15 | ․․․․․․η τοῦ Χρύσου. συνευαρεστῶ τ[οῖς προγεγραμμένοις, βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Ἡρακλεί- |
| [του τ]οῦ Ὀνασίμου. τίθεμαι τὴν ὠ[νήν, ἣν μὲν ἐνχαράξας εἰς τὸ ἱερὸν τοῦ Πυθίου Ἀπ]- | |
| [όλλωνος εἰ]ς τὸ θέατρον κατὰ τὸ[ν νόμον, ἣν δὲ ἐν τὰ δημόσια τῆς πόλεως γράμματα ․․․․․․․․ | |
| [․․․․․․ δι]ὰ τοῦ γραμματέως Δ̣[․․․․․․․․․] | |
| [μάρτυρ]ες οἱ ἱερεῖς τοῦ Πυθ[ίου Ἀπόλλωνος Μελισσίων Λαιάδα, | |
| 20 | [Διονύσιο]ς [Ἀσ]τοξένου [․․․․․․․․․․․․․․․․] |
| [․․․․․․․․․․ Ἀ]ντιγ[․․․․․․․․․] |