[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | [ἀγαθᾷ τύ]χᾳ. |
| ἄρχοντ[ος Λαιά]δα τοῦ Μελισσίωνος, μην[ὸς] | |
| Ἐνδυσποιτροπί[ου, βου]λευόντων Λυσιμάχου τοῦ Νεικά[νο]- | |
| ρος, Εὐκλέο[υς] τοῦ Εὐάνδρου, ἀπέδοτο Σωσίπατρος | |
| 5 | Σωσιπάτρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ μου Σωσι- |
| πάτρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον θρ[ε]- | |
| πτὸν Τρύφωνα, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν | |
| τειμὰν ἀπέχω π[ᾶ]σαν, καθὼς ἐπίστευσε Τρύφων τῷ θε[ῷ] | |
| τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λεύθερον εἶμεν Τρύφωνα καὶ ἀνέφα- | |
| 10 | πτον τὸν πάν[τα χρ]όνον. εἰ δέ τις ἐφάπτοιτο Τρύφωνος |
| ἐπὶ καταδουλισ[μ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν | |
| ὅ τε ἀποδόμε[νος] καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
| χ̣ὼν κ[ύριος ἔστω συ]λέων Τρύφωνα ἐλεύθερον, ἀζάμιος | |
| ὢν καὶ ἀν[υπόδικος πάσας δίκας. π]αραμεινάτω δὲ Τρύφων Σωσιπά- | |
| 15 | [τρῳ ․․․․․․ πάντα τὸν τᾶς] ζωᾶς χρόνον, ποιῶν πᾶν τὸ |
| ἐπιτασ[σόμενον ἀνεγκλήτως. εἰ δὲ μὴ π]οέοι, ἐξουσίαν ἐχέτω ․․․․․ |