[ ]
Phokis — Delphi — 121-108 BC
| 1 | ἄρχοντος Διο[δώρο]υ, μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων [τὰν] |
| δευτέραν ἑξάμη[ν]ον Καλλιδάμου τοῦ Ἀμ[φιστρά]του, Σωτύλου τοῦ | |
| Σωστράτου, γραμματεύοντος δὲ τᾶς βουλᾶς Φιλονίκου τοῦ Μενεδάμο[υ], | |
| ἐπὶ τοῖσδε ἀπέδοντο Ἀπολλώνιος καὶ Φίλα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
| 5 | δρεῖον, ὧι ὄνομα Θεοδόσιος τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, [καὶ] |
| τὰν τιμὰν ἔχοντι πᾶσαν οἱ βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος Μνασί- | |
| θεος Διοδώρου, Ἁγίων Πολυκλείτου, καθ[ὼ]ς ἐπίστευσε Θεοδόσιος τὰν ὠνὰν τῶι | |
| θεῶι, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Θεοδόσιον ἀπὸ vac. πάντων τὸν πάν- | |
| τα βίον, ποιέοντα ὅ κα θέλῃ καὶ ἀποτρέχον[τ]α οἷς κα θέλῃ. εἰ δέ τις ἐ[φά]πτοιτο ἐπ[ὶ κ]ατ[α]- | |
| 10 | δουλισμῶι Θεοδοσίου, βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἱ ἀποδόμε- |
| νοι Ἀπολλώνιος καὶ Φίλα καὶ βεβαιωτῆρε[ς] Μνασίθεος καὶ [Ἁγ]ίων. εἰ δὲ μὴ παρέ- | |
| χ[οι]ν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πόλι- | |
| ος. ὁμοίως [δὲ] καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Θεοδόσιον | |
| ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
| 15 | μίας. παραμεινάτω δὲ Θεοδόσιος παρὰ Ἀπολλώνιον καὶ Φίλαν, ποιῶν τὸ |
| ἐπιτασσόμενον τὸ δυνατὸν πᾶν ἀνενκλήτως, ἕως κα ζῶντι Ἀπολλώνιος | |
| καὶ Φίλα. εἰ δὲ μὴ ποιέο[ι] ἢ μὴ παραμένοι, καθὼς γέγραπται, κύριοι ἐόντω | |
| ἐπιτιμέοντες Ἀπολλώνι<ος> καὶ Φίλα Θεοδοσί[ωι τρόπωι ὧ]ι κα θέλωντι | |
| πλὰν μὴ πολέοντες. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Π]ατρέας τοῦ Ἀνδρο- | |
| 20 | νίκου, Ἁγίων Ἐχεφύλου [κ]αὶ βουλευταὶ Κ[αλ]λίδαμος, Σωτ[ύλ]ος, Φιλόνικος, |
| καὶ ἰδιῶται Σώστρατος Σωτύλου, [Φ]α[ῖ]νις Γοργίλου, Ὀνάσιμος Ἀντιόχου, | |
| Ξενοκράτης [Ἀγη]σιλάου, Ξεν[ό]κριτος Στησιμένεος. |