[ ] Phokis — Delphi — 20-46 AD
1                          [ἀγαθᾷ τύ]χᾳ.
ἄρχοντ[ος Λαιά]δα τοῦ Μελισσίωνος, μην[ὸς]
Ἐνδυσποιτροπί[ου, βου]λευόντων Λυσιμάχου τοῦ Νεικά[νο]-
ρος, Εὐκλέο[υς] τοῦ Εὐάνδρου, ἀπέδοτο Σωσίπατρος
5 Σωσιπάτρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ μου Σωσι-
πάτρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον θρ[ε]-
πτὸν Τρύφωνα, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν
τειμὰν ἀπέχω π[ᾶ]σαν, καθὼς ἐπίστευσε Τρύφων τῷ θε[ῷ]
τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λεύθερον εἶμεν Τρύφωνα καὶ ἀνέφα-
10 πτον τὸν πάν[τα χρ]όνον. εἰ δέ τις ἐφάπτοιτο Τρύφωνος
ἐπὶ καταδουλισ[μ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν
ὅ τε ἀποδόμε[νος] καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ-
χ̣ὼν κ[ύριος ἔστω συ]λέων Τρύφωνα ἐλεύθερον, ἀζάμιος
ὢν καὶ ἀν[υπόδικος πάσας δίκας. π]αραμεινάτω δὲ Τρύφων Σωσιπά-
15 [τρῳ ․․․․․․ πάντα τὸν τᾶς] ζωᾶς χρόνον, ποιῶν πᾶν τὸ
ἐπιτασ[σόμενον ἀνεγκλήτως. εἰ δὲ μὴ π]οέοι, ἐξουσίαν ἐχέτω ․․․․․
Search Help
Contact Us