[ ]
Phokis — Delphi — 47-66 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος ἐν Δελφοῖς Ἀστοξένου τοῦ Διονυσίου, μηνὸς Βοαθόου, | |
βουλευόντων δὲ Θεοξένου τοῦ Θεοξένου καὶ Μνησιθέου τοῦ | |
Ἀντιγένη, Σώτας Καλλικράτους καὶ Σωτηρίχα Φιλοτίμου Φυσκῖς, συνεπευδο- | |
5 | κεόντων τῶν υἱῶν αὐτῶν Σωκράτη καὶ Θεοφίλου, ἀπέδοντο τῷ Ἀπό- |
λλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον, ᾇ ὄνουμα {²⁶ὄνομα}²⁶ <Ὀ>νασίφορον, τειμᾶς | |
ἀργυρίου μν<ᾶ>ν τριῶν, καὶ τὰν τειμὰν ἀπέχουσιν πᾶσαν. ἀπέδοντο | |
δὲ ἐπὶ τοῖσδε, ὥστε εἶμεν τὸ προγεγραμ<μ>ένον σῶμα ἐλεύθερον, ἀπρ- | |
όσηκον, μηδενὶ μηδὲν προσῆκον. εἰ δέ τις ἐφάψοιτο τοῦ προγεγραμμένου | |
10 | σώματος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε |
ἀποδόμενοι καὶ ὁ βεβαι[ω]τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ- | |
λέων καὶ ἀφαιρούμενος Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπεύθυνος πά- | |
σας δίκας καὶ ζαμίας. τιθέμεθα τὴν ὠνήν, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν- | |
χαρά<ξ>αντε<ς>, τ<ὴ>ν <δ>ὲ εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμ<μ>ατέως Λέωνος τοῦ Νεικάνο- | |
15 | ρος. καθέστακαν δὲ καὶ βεβαιω[τ]ῆρα κατὰ τὸν νόμον τᾶς πόλιος Λέωνα |
Ζωΐλου Δελφόν. χειρόγραφον Λέωνος τοῦ Ζωΐλου. γέγονα βεβαιωτὴρ | |
ἐπὶ τᾶς προγεγραμ<μ>ένας ὠνᾶς κατασταθεὶς ὑπὸ Σώτα τοῦ Καλλικράτους καὶ Σωτηρίχας τᾶς | |
Φιλοτείμου. μάρτυρες οἱ αὐτοί, οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισ<σ>ίων Λαιάδα, Θεοκλ[ῆς] | |
Θεοκλέους, καὶ τῶν πολιτᾶν Ξεναγόρας Ἁβρομάχου, Θεό[ξ]ενος Θεοξένου. |