[ ]
Phokis — Delphi — 47-66 AD
| 1 | ἀγαθᾷ τύχᾳ. |
| ἄρχοντος ἐν Δελφοῖς Ἀστοξένου τοῦ Διονυσίου, μηνὸς Βοαθόου, | |
| βουλευόντων δὲ Θεοξένου τοῦ Θεοξένου καὶ Μνησιθέου τοῦ | |
| Ἀντιγένη, Σώτας Καλλικράτους καὶ Σωτηρίχα Φιλοτίμου Φυσκῖς, συνεπευδο- | |
| 5 | κεόντων τῶν υἱῶν αὐτῶν Σωκράτη καὶ Θεοφίλου, ἀπέδοντο τῷ Ἀπό- |
| λλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον, ᾇ ὄνουμα {²⁶ὄνομα}²⁶ <Ὀ>νασίφορον, τειμᾶς | |
| ἀργυρίου μν<ᾶ>ν τριῶν, καὶ τὰν τειμὰν ἀπέχουσιν πᾶσαν. ἀπέδοντο | |
| δὲ ἐπὶ τοῖσδε, ὥστε εἶμεν τὸ προγεγραμ<μ>ένον σῶμα ἐλεύθερον, ἀπρ- | |
| όσηκον, μηδενὶ μηδὲν προσῆκον. εἰ δέ τις ἐφάψοιτο τοῦ προγεγραμμένου | |
| 10 | σώματος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε |
| ἀποδόμενοι καὶ ὁ βεβαι[ω]τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ- | |
| λέων καὶ ἀφαιρούμενος Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπεύθυνος πά- | |
| σας δίκας καὶ ζαμίας. τιθέμεθα τὴν ὠνήν, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν- | |
| χαρά<ξ>αντε<ς>, τ<ὴ>ν <δ>ὲ εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμ<μ>ατέως Λέωνος τοῦ Νεικάνο- | |
| 15 | ρος. καθέστακαν δὲ καὶ βεβαιω[τ]ῆρα κατὰ τὸν νόμον τᾶς πόλιος Λέωνα |
| Ζωΐλου Δελφόν. χειρόγραφον Λέωνος τοῦ Ζωΐλου. γέγονα βεβαιωτὴρ | |
| ἐπὶ τᾶς προγεγραμ<μ>ένας ὠνᾶς κατασταθεὶς ὑπὸ Σώτα τοῦ Καλλικράτους καὶ Σωτηρίχας τᾶς | |
| Φιλοτείμου. μάρτυρες οἱ αὐτοί, οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισ<σ>ίων Λαιάδα, Θεοκλ[ῆς] | |
| Θεοκλέους, καὶ τῶν πολιτᾶν Ξεναγόρας Ἁβρομάχου, Θεό[ξ]ενος Θεοξένου. |