[ ]
Phokis — Delphi — ca. 75-100 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχον{τον}τος {²⁶ἄρχοντος}²⁶ Ἀντιγένους τοῦ | |
Ἀρχία, μηνὸς Ἀμαλίου, βουλευόντων | |
Κριτολάου τοῦ Κριτολάου καὶ Σωσιπάτρου | |
5 | τοῦ Σωσιπά[τρ]ου, ἀπέδοτο Σωτήριχος Εὐφροσύ- |
νου καὶ Σωτηρίχα Παραμόνου τὰν ἰδίαν θρεπτὰν | |
Ὀνασίφορον τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐ- | |
λευθερίᾳ, τιμᾶς ἀργυρίου [μν]ᾶν τριῶν, καὶ | |
τὰν τιμὰν ἀπέχομεν πᾶ[σαν], ἐπ[ὶ] τῷ ἐλευ- | |
10 | θέραν εἶμεν Ὀνασίφορο[ν κα]ὶ ἀνέπαφον |
ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδενὶ | |
μηδὲν ποθήκουσαν κατὰ μηδένα τρό- | |
πον. εἰ δέ τις Ὀνασιφόρου ἐπὶ καταδου- | |
λισμῷ ἐφάψοιτο, βέβαιον παρεχέτω- | |
15 | σαν τὰν ὠνὰν τῷ θεῷ οἵ τε ἀποδόμε- |
νοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ | |
β[ο]υλόμενος ἐξουσίαν ἐχέτω ἀφαι- | |
ρείμενος ἐπ’ ἐλευθερίᾳ Ὀνασίφορον, | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα- | |
20 | ς δίκας καὶ ζαμίας. καθεστάκαμεν δὲ |
[κ]αὶ βεβαιωτῆρα κατὰ τοὺς τᾶς πόλιος | |
[ν]όμους Κριτόλαον Κριτολάου. τὰν ὠ- | |
[ν]ὰν τιθέμεθα, τὰν μὲν ἰς τὸ ἱερὸν | |
[τ]οῦ Ἀπόλλ%⁸¹ωνος τοῦ Π[υ]θίου ἐνχα- | |
25 | ράξαντες, τὰν δὲ γράψαντος Πολυ- |
τιμίδα εἰς τὰ δημόσια γράμματα, | |
ἐπ<ε>ὶ αὐτοὶ γράμματα οὐκ ᾔδ[ειμ]εν, | |
διὰ τοῦ γραμματέως Ξεναγόρα τοῦ | |
Ἁβρομάχου. μάρτυρες οἵ τε ἱερεῖς το[ῦ] | |
30 | [Πυθίου Ἀπ]όλλων[ο]ς Νίκαν- |
[δρος Καλλιστράτου ․․․․․․․] |