[ ]
Phokis — Delphi — ca. 75-100 AD
| 1 | ἀγαθᾷ τύχᾳ. |
| ἄρχον{τον}τος {²⁶ἄρχοντος}²⁶ Ἀντιγένους τοῦ | |
| Ἀρχία, μηνὸς Ἀμαλίου, βουλευόντων | |
| Κριτολάου τοῦ Κριτολάου καὶ Σωσιπάτρου | |
| 5 | τοῦ Σωσιπά[τρ]ου, ἀπέδοτο Σωτήριχος Εὐφροσύ- |
| νου καὶ Σωτηρίχα Παραμόνου τὰν ἰδίαν θρεπτὰν | |
| Ὀνασίφορον τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐ- | |
| λευθερίᾳ, τιμᾶς ἀργυρίου [μν]ᾶν τριῶν, καὶ | |
| τὰν τιμὰν ἀπέχομεν πᾶ[σαν], ἐπ[ὶ] τῷ ἐλευ- | |
| 10 | θέραν εἶμεν Ὀνασίφορο[ν κα]ὶ ἀνέπαφον |
| ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδενὶ | |
| μηδὲν ποθήκουσαν κατὰ μηδένα τρό- | |
| πον. εἰ δέ τις Ὀνασιφόρου ἐπὶ καταδου- | |
| λισμῷ ἐφάψοιτο, βέβαιον παρεχέτω- | |
| 15 | σαν τὰν ὠνὰν τῷ θεῷ οἵ τε ἀποδόμε- |
| νοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ | |
| β[ο]υλόμενος ἐξουσίαν ἐχέτω ἀφαι- | |
| ρείμενος ἐπ’ ἐλευθερίᾳ Ὀνασίφορον, | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα- | |
| 20 | ς δίκας καὶ ζαμίας. καθεστάκαμεν δὲ |
| [κ]αὶ βεβαιωτῆρα κατὰ τοὺς τᾶς πόλιος | |
| [ν]όμους Κριτόλαον Κριτολάου. τὰν ὠ- | |
| [ν]ὰν τιθέμεθα, τὰν μὲν ἰς τὸ ἱερὸν | |
| [τ]οῦ Ἀπόλλ%⁸¹ωνος τοῦ Π[υ]θίου ἐνχα- | |
| 25 | ράξαντες, τὰν δὲ γράψαντος Πολυ- |
| τιμίδα εἰς τὰ δημόσια γράμματα, | |
| ἐπ<ε>ὶ αὐτοὶ γράμματα οὐκ ᾔδ[ειμ]εν, | |
| διὰ τοῦ γραμματέως Ξεναγόρα τοῦ | |
| Ἁβρομάχου. μάρτυρες οἵ τε ἱερεῖς το[ῦ] | |
| 30 | [Πυθίου Ἀπ]όλλων[ο]ς Νίκαν- |
| [δρος Καλλιστράτου ․․․․․․․] |