[ ] Phokis — Delphi — 101/0-60/59 BC — SGDI 2317
1 ἄρχοντος Διονυσίου, μηνὸς Ἀμαλίου, βουλευόν-
των Πάτρωνος, Φιλιστίωνος, Πάτρωνος, Ἀγίω-
νος, πέδοτο Δαμόστρατος Ἀλεξάνδρου καὶ Κα-
λλὼ Ἐπιχαρίδα, συν%⁸¹ευαρεστέοντος καὶ τοῦ
5 υἱο αὐτο Ἀριστοκλ<έο>ς, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίω[ι] σῶμα γυναικεῖον, ᾇ ὄνομα Νίκαρχις, τιμᾶς ἀργυ-
ρίου μνᾶν τριῶν, ν λαβε ἐκ τοῦ ἐράνου τ%⁸¹οῦ Κλεο-
δάμου, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. καταφειράτω δὲ
τὸν ἔρανον Νίκαρχις, ἕως οὗ κα τέλος λάβῃ. εἰ δὲ vac. μὴ κατα-
10 φεί[ρ]<αι>, ἅ τε ὠνὰ ἄκυρος ἔστω καὶ δουλευέτω Νίκαρχις Ἀριστοκ-
LEI=. EI) DE\ KATAFE/REI TO\N E)/RANON *NI/KARXIS A)NENKLH/T[2W]2%81S, E(/WS OU(= KA
τέλος λάβ ὁ ἔρ<αν>ος, ἔστω Νίκαρχις ἐλευθέρα, καθὼς ἐπίστε-
υσε τὰν ὠνὰν τι θεῶι, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νό-
15 μους τᾶς πόλιος Βαβύλος Αἰακίδα. εἰ <δέ> τις ἐφάπτοιτο Νικάρχι-
ος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι<ω>τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
ἐξουσίαν ἐχέτω συλέων Νίκ<αρ>χιν ἐλευθέραν ἀζάμιος ὢν κ-
αὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς
20 τοῦ Ἀπόλλωνος Ἐμμενίδας, Λαιάδας, Εὐκλείδας, Ἡρα-
κλείδας, Ἀμύντας.
Search Help