[ ]
Phokis — Delphi — 101/0-60/59 BC — SGDI 2317
| 1 | ἄρχοντος Διονυσίου, μηνὸς Ἀμαλίου, βουλευόν- |
| των Πάτρωνος, Φιλιστίωνος, Πάτρωνος, Ἀγίω- | |
| νος, ἀπέδοτο Δαμόστρατος Ἀλεξάνδρου καὶ Κα- | |
| λλὼ Ἐπιχαρίδα, συν%⁸¹ευαρεστέοντος καὶ τοῦ | |
| 5 | υἱοῦ αὐτοῦ Ἀριστοκλ<έο>ς, τῶι Ἀπόλλωνι τῶι Πυ- |
| θίω[ι] σῶμα γυναικεῖον, ᾇ ὄνομα Νίκαρχις, τιμᾶς ἀργυ- | |
| ρίου μνᾶν τριῶν, ἃν ἔλαβε ἐκ τοῦ ἐράνου τ%⁸¹οῦ Κλεο- | |
| δάμου, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. καταφειράτω δὲ | |
| τὸν ἔρανον Νίκαρχις, ἕως οὗ κα τέλος λάβῃ. εἰ δὲ vac. μὴ κατα- | |
| 10 | φεί[ρ]<αι>, ἅ τε ὠνὰ ἄκυρος ἔστω καὶ δουλευέτω Νίκαρχις Ἀριστοκ- |
| λεῖ. εἰ δὲ καταφέρει τὸν ἔρανον Νίκαρχις ἀνενκλήτ<ω>%⁸¹ς, ἕως οὗ κα | |
| τέλος λάβῃ ὁ ἔρ<αν>ος, ἔστω Νίκαρχις ἐλευθέρα, καθὼς ἐπίστε- | |
| υσε τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
| 15 | μους τᾶς πόλιος Βαβύλος Αἰακίδα. εἰ <δέ> τις ἐφάπτοιτο Νικάρχι- |
| ος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν | |
| οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι<ω>τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
| ἐξουσίαν ἐχέτω συλέων Νίκ<αρ>χιν ἐλευθέραν ἀζάμιος ὢν κ- | |
| αὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς | |
| 20 | τοῦ Ἀπόλλωνος Ἐμμενίδας, Λαιάδας, Εὐκλείδας, Ἡρα- |
| κλείδας, Ἀμύντας. |