[ ]
Phokis — Delphi — 101/0-60/59 BC — SGDI 2317
1 | ἄρχοντος Διονυσίου, μηνὸς Ἀμαλίου, βουλευόν- |
των Πάτρωνος, Φιλιστίωνος, Πάτρωνος, Ἀγίω- | |
νος, ἀπέδοτο Δαμόστρατος Ἀλεξάνδρου καὶ Κα- | |
λλὼ Ἐπιχαρίδα, συν%⁸¹ευαρεστέοντος καὶ τοῦ | |
5 | υἱοῦ αὐτοῦ Ἀριστοκλ<έο>ς, τῶι Ἀπόλλωνι τῶι Πυ- |
θίω[ι] σῶμα γυναικεῖον, ᾇ ὄνομα Νίκαρχις, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν τριῶν, ἃν ἔλαβε ἐκ τοῦ ἐράνου τ%⁸¹οῦ Κλεο- | |
δάμου, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. καταφειράτω δὲ | |
τὸν ἔρανον Νίκαρχις, ἕως οὗ κα τέλος λάβῃ. εἰ δὲ vac. μὴ κατα- | |
10 | φεί[ρ]<αι>, ἅ τε ὠνὰ ἄκυρος ἔστω καὶ δουλευέτω Νίκαρχις Ἀριστοκ- |
λεῖ. εἰ δὲ καταφέρει τὸν ἔρανον Νίκαρχις ἀνενκλήτ<ω>%⁸¹ς, ἕως οὗ κα | |
τέλος λάβῃ ὁ ἔρ<αν>ος, ἔστω Νίκαρχις ἐλευθέρα, καθὼς ἐπίστε- | |
υσε τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
πτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
15 | μους τᾶς πόλιος Βαβύλος Αἰακίδα. εἰ <δέ> τις ἐφάπτοιτο Νικάρχι- |
ος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν | |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι<ω>τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
ἐξουσίαν ἐχέτω συλέων Νίκ<αρ>χιν ἐλευθέραν ἀζάμιος ὢν κ- | |
αὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς | |
20 | τοῦ Ἀπόλλωνος Ἐμμενίδας, Λαιάδας, Εὐκλείδας, Ἡρα- |
κλείδας, Ἀμύντας. |