[ ]
Phokis — Delphi — 139/8-125 BC — SGDI 2307
| 1b | {²remnant of earlier inscr.?}² — — — 〚τῶν Διογένεος τῶν〛(?) |
| 1a | ἄρχοντος Καλλικράτεος, μηνὸς {συ} Βυσίου, βουλευόν- |
| 2 | των τὰν δευτέραν ἑξάμηνον [Κλε]οδάμ[ο]υ [τοῦ Πο]λυκ[ρά]- |
| τεος, Ἀμύντα τοῦ Εὐδώρου, γραμματεύοντος δὲ τᾶς βουλᾶς | |
| Καλλιγένεος τοῦ Δαμοκράτεος, ἀπέδοτο Σωσὼ Χαριξένου τῶ[ι] | |
| 5 | Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Σάτυρος, τὸ γένος οἴ- |
| κοθεν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Σάτυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν | |
| καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλῃ. βε- | |
| βαιωτὴρ κατὰ τὸν νόμον Καλλιγένης Δαμοκράτεος. εἰ δέ τις ἅ- | |
| 10 | πτοιτο Σατύρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι |
| τὰν ὠνάν. εἰ δὲ μὴ παρέχοι βέβαιον, πράκτιμος ἔστω Καλλι- | |
| γένης Σατύρῳ κατὰ τὸν νόμον. vac. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
| νοντες κύριοι ἐόντω συλέοντες Σάτυρον ὡς ἐλεύθερον | |
| ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| 15 | μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος Ἁβρομάχο[υ κ]αὶ |
| οἱ ἄρχοντες Κλεόδαμος Πολυκράτεος, Ἀμύ[ν]τας, [Κ]αλλι[γ]ένης· | |
| ἰδιωτᾶν Κλεόδαμος Καλλιγένεος, Ξενόκριτ[ο]ς Στησιμένεος, | |
| Δαμοκράτης, Ἀτισίδας [Ὀ]ρ[θα]ίου. |