[ ]
Phokis — Delphi — 101/0-60/59 BC — SGDI 2318
| 1 | ἄρχο[ν]τος Κλεοξενίδα τοῦ Ἀθαν[ί]ωνος, μηνὸς Ἀ%⁸¹μαλίου, βουλευόν- |
| των Πολυτιμίδα, Καλλι[σ]τράτου, Κλέωνος, Πεισιστράτου, ἀπέδοτο Ἀναξίλα Ἀγάθωνος, | |
| συνευαρεστέοντος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Δάμωνος, τῶι Ἀπόλλων<ι> τῶι Πυθί- | |
| ωι σῶμα γυναικεῖον οἰκογεν<έ>ς, ᾇ ὄνομα Σωφρόνα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ | |
| 5 | τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Σωφρόνα, ἐφ’ ὧιτε |
| ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θ%⁸¹έλῃ. | |
| βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος Πάσων Ὀρέστα, Δάμω̣ν Ἀγάθω- | |
| νος. εἰ δέ τις ἐφάπτοιτο Σωφρόνας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω | |
| τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
| 10 | χὼν κύριος ἔστω συλέων Σωφρόναν ἐ%⁸¹π’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας, Ἐμμεν- | |
| ίδας. ἰδιῶται Ἀγησίλαος, Βαβύλος, [Εὐκ]%⁸¹λείδας. |