[ ] Phokis — Delphi — 139/8-125 BC
1 ἄρχοντος Καλλικράτεος, μηνὸς Βουκατίου,
ἀπέδοτο Καλλικράτεια Δεξικράτεος τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ[ον], ἇι ὄνομα
Νικοστράτα, ἐνδογενῆς ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου
5 μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες
κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγένης Διοδώρου,
Κλέων Διονυσίου Δελφοί, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
Νικοστράταν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό-
νον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ
10 τις ἐφάπτοιτο Νικοστράτας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω
συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν, καὶ οἱ βεβαι-
ωτῆρες βέβαιον παρεχόντω τῷ θεῶι τὰν ὠνὰν
Νικοστράτας, καὶ ὁμοίω[ς] Νικοστράτα ἐλευθέρα
ἔστω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων
15 Καλλί[α], Ἄθα[μ]βος Ἁβρομάχου, καὶ ὁ νεωκόρος
Ἀτεισίδας, καὶ ἰδιῶται Διόδωρος
Ἄρχωνος, Θεόξενος, Πολύων Θεοξένου, Ξενόκριτος.
παραμινάτω δὲ Νικοστράτα παρὰ Καλλικράτε<ι>αν,
ἕως κα ζῇ, ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον τὸ δυνατὸν πᾶν. εἰ δὲ μ[ὴ]
20 παραμείνῃ, ἄκυρος ἁ ὠνὰ ἔστω.
Search Help