[ ]
Phokis — Delphi — 139/8-125 BC
| 1 | ἄρχοντος Καλλικράτεος, μηνὸς Βουκατίου, |
| ἀπέδοτο Καλλικράτεια Δεξικράτεος τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ[ον], ἇι ὄνομα | |
| Νικοστράτα, ἐνδογενῆς ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες |
| κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγένης Διοδώρου, | |
| Κλέων Διονυσίου Δελφοί, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
| Νικοστράταν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ | |
| 10 | τις ἐφάπτοιτο Νικοστράτας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω |
| συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν, καὶ οἱ βεβαι- | |
| ωτῆρες βέβαιον παρεχόντω τῷ θεῶι τὰν ὠνὰν | |
| Νικοστράτας, καὶ ὁμοίω[ς] Νικοστράτα ἐλευθέρα | |
| ἔστω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων | |
| 15 | Καλλί[α], Ἄθα[μ]βος Ἁβρομάχου, καὶ ὁ νεωκόρος |
| Ἀτεισίδας, καὶ ἰδιῶται Διόδωρος | |
| Ἄρχωνος, Θεόξενος, Πολύων Θεοξένου, Ξενόκριτος. | |
| παραμινάτω δὲ Νικοστράτα παρὰ Καλλικράτε<ι>αν, | |
| ἕως κα ζῇ, ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον τὸ δυνατὸν πᾶν. εἰ δὲ μ[ὴ] | |
| 20 | παραμείνῃ, ἄκυρος ἁ ὠνὰ ἔστω. |