[ ]
Phokis — Delphi — 128/7 BC — SGDI 2310
1 | ἄρχ%⁸¹οντος Πύρρου, μηνὸς Ἡρα{κ}ίου, {²⁶Ἡραίου}²⁶ vac. βουλευόντων τὰν |
πρῶταν ἑξάμη%⁸¹νον Μικκύλου, Κλέω%⁸¹νος, γραμματεύοντος | |
δὲ τᾶς βουλᾶς vac. Θε%⁸¹οτίμου, ἀπέδο%⁸¹το Πρά%⁸¹ξιον Πλειστάρχου, | |
συνευδοκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Αἰακίδα καὶ Χαιρεφά- | |
5 | νεος, Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα |
Ἀπολλωνία, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῷ | |
θεῷ, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα χρόνον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα | |
10 | θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον Κλέων Διονυσίου. εἰ δέ τις ἅπτοι- |
το Ἀπολλων[ί]ας ἐπὶ καταδουλι<σ>μῶι, βέβαιον παρεχόντω τὰν | |
ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. εἰ δὲ | |
μὴ παρέχοιν, πράκτιμοι ἐόντω μνᾶν τριάκοντα Σελεύκῳ | |
Σελεύκου, ἇ κα Σέλευκος θέλῃ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
15 | χὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν ὡς ἐλευθέραν ἐοῦ- |
σαν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. | |
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβο[ς], | |
καὶ ἰδιῶται Νικάτας, Καλλίας, Ἐχέφυλος. |