[ ]
Phokis — Delphi — 128/7 BC — SGDI 2310
| 1 | ἄρχ%⁸¹οντος Πύρρου, μηνὸς Ἡρα{κ}ίου, {²⁶Ἡραίου}²⁶ vac. βουλευόντων τὰν |
| πρῶταν ἑξάμη%⁸¹νον Μικκύλου, Κλέω%⁸¹νος, γραμματεύοντος | |
| δὲ τᾶς βουλᾶς vac. Θε%⁸¹οτίμου, ἀπέδο%⁸¹το Πρά%⁸¹ξιον Πλειστάρχου, | |
| συνευδοκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Αἰακίδα καὶ Χαιρεφά- | |
| 5 | νεος, Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα |
| Ἀπολλωνία, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν | |
| ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῷ | |
| θεῷ, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα χρόνον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα | |
| 10 | θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον Κλέων Διονυσίου. εἰ δέ τις ἅπτοι- |
| το Ἀπολλων[ί]ας ἐπὶ καταδουλι<σ>μῶι, βέβαιον παρεχόντω τὰν | |
| ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. εἰ δὲ | |
| μὴ παρέχοιν, πράκτιμοι ἐόντω μνᾶν τριάκοντα Σελεύκῳ | |
| Σελεύκου, ἇ κα Σέλευκος θέλῃ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
| 15 | χὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν ὡς ἐλευθέραν ἐοῦ- |
| σαν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβο[ς], | |
| καὶ ἰδιῶται Νικάτας, Καλλίας, Ἐχέφυλος. |