[ ]
Phokis — Delphi — 139/8-125 BC
1 | ἄρχοντος Ἁβρομάχου, μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέ- |
ραν ἑξάμηνον Κα<λ>λία τοῦ Δίωνος, Νικοστράτου τοῦ Εὐδώρου, | |
γραμματεύοντος δὲ τᾶς βουλᾶς Εὐάνδρου, ἀπέδοτο Ξένων Δημη- | |
τρίου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Κλέωνος, τῶι Ἀπόλλωνι | |
5 | τῶι Πυθίω<ι> σῶμα γυναικεῖον, ἇι ὄνομα Πίστα, τὸ γένος ἐ%⁸¹νδογενῆ, τι- |
μᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίσ- | |
τευσε Πίστα τὰν ὠνὰν τῷ θεῷ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
πτο[ς] ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα | |
οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Π[άτρ]ων Ἀριστοβούλου. | |
10 | εἰ δέ τις ἐφάπτοιτο Πίστας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω |
τὰν ὠνὰν τῷ θεῷ ὅ τε ἀποδόμενος Ξένων καὶ ὁ βεβαιωτὴρ Πάτρων. | |
εἰ δὲ μὴ παρέχοιν, πρ[άκ]τιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Πίσταν ὡς ἐλευθέ- | |
ραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
15 | μίας. μάρτυροι οἱ ἱερ%⁸¹εῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, |
[κ]αὶ [ἰ]διῶται Πολυ%⁸¹τιμίδας, Ξενόκριτος Στησιμένεος, Βά[τ]τος, | |
Ὀ[ρ]θαῖος, Ἀρίστων. |