[ ]
Phokis — Delphi — 139/8-125 BC
| 1 | ἄρχοντος Ἁβρομάχου, μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέ- |
| ραν ἑξάμηνον Κα<λ>λία τοῦ Δίωνος, Νικοστράτου τοῦ Εὐδώρου, | |
| γραμματεύοντος δὲ τᾶς βουλᾶς Εὐάνδρου, ἀπέδοτο Ξένων Δημη- | |
| τρίου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Κλέωνος, τῶι Ἀπόλλωνι | |
| 5 | τῶι Πυθίω<ι> σῶμα γυναικεῖον, ἇι ὄνομα Πίστα, τὸ γένος ἐ%⁸¹νδογενῆ, τι- |
| μᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίσ- | |
| τευσε Πίστα τὰν ὠνὰν τῷ θεῷ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
| πτο[ς] ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα | |
| οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Π[άτρ]ων Ἀριστοβούλου. | |
| 10 | εἰ δέ τις ἐφάπτοιτο Πίστας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω |
| τὰν ὠνὰν τῷ θεῷ ὅ τε ἀποδόμενος Ξένων καὶ ὁ βεβαιωτὴρ Πάτρων. | |
| εἰ δὲ μὴ παρέχοιν, πρ[άκ]τιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
| οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Πίσταν ὡς ἐλευθέ- | |
| ραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
| 15 | μίας. μάρτυροι οἱ ἱερ%⁸¹εῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, |
| [κ]αὶ [ἰ]διῶται Πολυ%⁸¹τιμίδας, Ξενόκριτος Στησιμένεος, Βά[τ]τος, | |
| Ὀ[ρ]θαῖος, Ἀρίστων. |